Add parallel Print Page Options

Ἀδελφοί, ἐὰν καὶ προλημφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραΰτητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως [a]ἀναπληρώσετε τὸν νόμον τοῦ Χριστοῦ. εἰ γὰρ δοκεῖ τις εἶναί τι μηδὲν ὤν, [b]φρεναπατᾷ ἑαυτόν· τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει καὶ οὐκ εἰς τὸν ἕτερον, ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει.

Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς. μὴ πλανᾶσθε, θεὸς οὐ μυκτηρίζεται· ὃ γὰρ [c]ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει· ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ ἐκ τῆς σαρκὸς θερίσει φθοράν, ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον. τὸ δὲ καλὸν ποιοῦντες μὴ [d]ἐγκακῶμεν, καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι. 10 ἄρα οὖν ὡς καιρὸν [e]ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:2 ἀναπληρώσετε Treg NIV] ἀναπληρώσατε WH RP
  2. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:3 φρεναπατᾷ ἑαυτόν WH Treg NIV] ἑαυτόν φρεναπατᾷ RP
  3. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:7 ἐὰν WH NIV RP] ἂν Treg
  4. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:9 ἐγκακῶμεν WH Treg NIV] ἐκκακῶμεν RP
  5. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:10 ἔχομεν Treg NIV RP] ἔχωμεν WH